Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.
  2. νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.
  3. οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
  4. εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,
  5. ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χορός
  1. τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην
  2. παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Ἀγαύη
  1. ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη ---
  2. ---
Διονυσος
  1. δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ
  2. ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον,
  3. ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
  4. ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
  5. ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.
  6. πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
  7. πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
  8. διαρπάσωσι, νόστον ἄθλιον πάλιν
  9. σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται
  10. μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.
  11. ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω