Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
  1. πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.
Ἀγαύη
  1. ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;
Κάδμος
  1. ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
  1. λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
  1. τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
  1. οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
  2. ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
Κάδμος
  1. κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;
Ἀγαύη
  1. ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.
Κάδμος
  1. ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Ἀγαύη
  1. Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.
Κάδμος
  1. τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
Ἀγαύη
  1. Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
Κάδμος
  1. τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;
Ἀγαύη
  1. λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.
Κάδμος
  1. σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
Ἀγαύη
  1. ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν;
Κάδμος
  1. ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
Ἀγαύη
  1. ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.