Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὃς τὰν θηλυγενῆ στολὰν
  2. νάρθηκά τε, πιστὸν Ἅιδαν,
  3. ἔλαβεν εὔθυρσον,
  4. ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
  5. βάκχαι Καδμεῖαι,
  6. τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
  7. ἐς στόνον, ἐς δάκρυα.
  8. καλὸς ἀγών, χέρʼ αἵματι στάζουσαν
  9. περιβαλεῖν τέκνου.
Χορός
  1. ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην
  2. Πενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοις
  3. ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.
Ἀγαύη
  1. Ἀσιάδες βάκχαι —
Χορός
  1. τί μʼ ὀροθύνεις, ὤ;
Ἀγαύη
  1. φέρομεν ἐξ ὀρέων
  2. ἕλικα νεότομον ἐπὶ μέλαθρα,
  3. μακάριον θήραν.
Χορός
  1. ὁρῶ καί σε δέξομαι σύγκωμον.
Ἀγαύη
  1. ἔμαρψα τόνδʼ ἄνευ βρόχων
  2. λέοντος ἀγροτέρου νέον ἶνιν·