Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
  2. κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
  3. πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
  4. οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,
  5. ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
  6. πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου
  7. φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
  8. λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
  9. χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
  10. τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον
  11. τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
  12. τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
  13. ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ
  14. ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
  15. τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
  16. κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον
  17. θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Χορός
  1. ἀναχορεύσωμεν Βάκχιον,
  2. ἀναβοάσωμεν ξυμφορὰν
  3. τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα·