Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
  2. τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
  3. ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
  4. Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
  5. οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς
  6. ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
  7. ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
  8. κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,
  9. ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.
  10. λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,
  11. πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
  12. ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
  13. ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
  14. Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,
  15. ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς
  16. ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
  17. ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
  18. αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,
  19. ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
  20. πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη