Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
  2. ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
  3. ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
  4. ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος
  5. Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.
  6. κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
  7. καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
  8. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
  9. ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
  10. ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,
  11. ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
  12. πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
  13. θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ
  14. χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
  15. προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·
  16. ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
  17. πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
  18. Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
  19. πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
  20. καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο