Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τόκον γηγενῆ.
Χορός
  1. φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν
  2. δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.
  3. ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν
  4. γελῶντι προσώπῳ περίβαλε βρόχον
  5. θανάσιμον ὑπʼ ἀγέλαν πεσόντι [*](word split in text πεσόν-τι)
  6. τὰν μαινάδων.
Ἄγγελος Β
  1. ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα,
  2. Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
  3. δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος,
  4. ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως
  5. χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν.
Χορός
  1. τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Ἄγγελος
  1. Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
Χορός
  1. ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος
  1. πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς
  2. χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
  1. εὐάζω ξένα μέλεσι βαρβάροις·
  2. οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.
Ἄγγελος
  1. Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις ---