Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
  2. Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη
  3. Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·
  4. μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν
  5. πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.
  6. ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
  7. τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
  8. τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
  9. ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.
  10. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε
  11. τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
  12. πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.
  13. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
  14. Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας
  15. Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα
  16. Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα
  17. Ἀσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα
  18. κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ
  19. πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
  20. ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,