The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον,
- πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ,
- μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,
- πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ·
- ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων
- ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
- χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.
- Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;
- κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
- τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι.
- ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς,
- ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.