The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν;
- ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων.
- δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
- ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
- σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
- Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
- ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
- καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.
- χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος
- αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ
- γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν
- σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν