The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
- ἐπίσχες αὐτοῦ, πρέσβυ.
- μὴ ʼπιλαμβάνου.
- μεῖνον, τί φεύγεις;
- ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.
- φράσον πολίταις καὶ πόλει σωτηρίαν.
- βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.
- καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;
- θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
- ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
- κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
- πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,