Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
  2. σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ἑλένη
  1. τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
Τεῦκρος
  1. εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
Ἑλένη
  1. οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
  2. ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;
Τεῦκρος
  1. ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
  2. Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
Ἑλένη
  1. τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
Τεῦκρος
  1. φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
Ἑλένη
  1. τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
Τεῦκρος
  1. Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
Ἑλένη
  1. ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τεῦκρος
  1. Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.
Ἑλένη
  1. πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
Τεῦκρος
  1. οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
Ἑλένη
  1. μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
Τεῦκρος
  1. τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
Ἑλένη
  1. ναί·
  2. μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.