Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
  2. βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα
  3. κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
  4. ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
  5. τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
  6. βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
  7. ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
  8. ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
  9. Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
  10. ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
  11. ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
  12. ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.
  13. φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
  14. καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
  15. Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
  16. σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
  17. ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
  18. ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
  19. μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
  20. ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,