Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στενάζεθʼ, ὡς στενακτά.
Χορός
  1. δάιοι φόνοι,
  2. δάιοι δὲ τοκέων χέρες· ὤ.
Ἄγγελος
  1. οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
Χορός
  1. πῶς παισὶ στενακτὰν ἄταν ἄταν
  2. πατέρος ἀμφαίνεις;
  3. λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
  4. μέλαθρα κακὰ τάδε,
  5. τλήμονάς τε παίδων τύχας;
Ἄγγελος
  1. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
  2. καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
  3. ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
  4. χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
  5. πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν
  6. εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.
  7. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
  8. ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος
  9. ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς
  10. παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,
  11. ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
  12. ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν