Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·
  2. ---
  3. σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.
Ἶρις
  1. μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα.
Λύσσα
  1. ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ.
Ἶρις
  1. οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ.
Λύσσα
  1. Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι.
  2. εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει
  3. τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας,
  4. εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως
  5. οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων,
  6. οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
  7. καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
  8. τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται
  9. παῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
  10. ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
  11. καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
  12. ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν
  13. δεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.
  14. τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.
  15. στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα·