Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν,
  2. Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
  3. μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους
  4. φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
  5. ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,
  6. ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον
  7. τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
  8. γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος,
  9. μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
  10. τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην.
Λύσσα
  1. ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
  2. πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος·
  3. τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις
  4. οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους,
  5. παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
  6. Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις.
  7. ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ
  8. οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους·
  9. ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
  10. ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος