Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
  2. ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ·
  3. φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους·
  4. οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
  5. ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις
  6. λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ.
Ἀμφιτρύων
  1. ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
  2. φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου·
  3. χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
Μεγάρα
  1. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;
Ἀμφιτρύων
  1. καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
Μεγάρα
  1. κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.
Ἀμφιτρύων
  1. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.
Μεγάρα
  1. ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
Ἀμφιτρύων
  1. ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος
  2. ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν,
  3. ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
  4. ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
  5. πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
  6. κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.