Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δοκημάτων
  2. ἐκτὸς ἦλθεν ἐλπίς.
Χορός
  1. θεοὶ θεοὶ
  2. τῶν ἀδίκων μέλουσι καὶ
  3. τῶν ὁσίων ἐπᾴειν.
  4. ὁ χρυσὸς ἅ τʼ εὐτυχία
  5. φρενῶν βροτοὺς ἐξάγεται,
  6. δύνασιν ἄδικον ἐφέλκων.
  7. Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα·
  8. νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς
  9. ἔθραυσεν ὄλ-
  10. βου κελαινὸν ἅρμα.
Χορός
  1. Ἰσμήνʼ ὦ στεφαναφόρει,
  2. ξεσταί θʼ ἑπταπύλου πόλεως
  3. ἀναχορεύσατʼ ἀγυιαί,
  4. Δίρκα θʼ ἁ καλλιρρέεθρος,
  5. σύν τʼ Ἀσωπιάδες κόραι,
  6. πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί,
  7. Νύμφαι, τὸν Ἡρακλέους
  8. καλλίνικον ἀγῶνα.
  9. Πυθίου δενδρῶτι πέτρα
  10. Μουσῶν θʼ Ἑλικωνιάδων