Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰώ μοί μοι.
Χορός
  1. —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
  2. φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
  3. >βοᾷ
  4. φόνου φροίμιον στενάζων ἄναξ.
Λύκος
  1. ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
Χορός
  1. —καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων
  2. τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
  3. —τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
  4. ἄφρονα λόγον
  5. οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ
  6. σθένουσιν θεοί;
  7. — γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
  8. — σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
  9. — φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
Χορός
  1. —χοροὶ χοροὶ
  2. καὶ θαλίαι μέλουσι Θή-
  3. βας ἱερὸν κατʼ ἄστυ.
  4. μεταλλαγαὶ γὰρ δακρύων,
  5. μεταλλαγαὶ συντυχίας
  6. νέας ἔτεκον ἀοιδάς.
  7. βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
  8. κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.