Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τυραννίδος ὄλβος εἴη,
  2. μὴ χρυσοῦ δώματα πλήρη
  3. τᾶς ἥβας ἀντιλαβεῖν,
  4. ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
  5. καλλίστα δʼ ἐν πενίᾳ.
  6. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
  7. ρας μισῶ· κατὰ κυμάτων δʼ
  8. ἔρροι, μηδέ ποτʼ ὤφελεν
  9. θνατῶν δώματα καὶ πόλεις
  10. ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-
  11. εὶ πτεροῖσι φορείσθω.
Χορός
  1. εἰ δὲ θεοῖς ἦν ξύνεσις
  2. καὶ σοφία κατʼ ἄνδρας,
  3. δίδυμον ἂν ἥβαν ἔφερον
  4. φανερὸν χαρακτῆρʼ ἀρετᾶς
  5. ὅσοισιν μέτα, κατθανόντες τʼ
  6. εἰς αὐγὰς πάλιν ἁλίου
  7. δισσοὺς ἂν ἔβαν διαύλους,
  8. ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν
  9. εἶχεν ζόας βίοτον,