Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται
  2. τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
  3. μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.
Ἡρακλῆς
  1. δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.
  2. χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
  3. Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω
  4. θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Ἀμφιτρύων
  1. ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;
Ἡρακλῆς
  1. καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Ἀμφιτρύων
  1. μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;
Ἡρακλῆς
  1. μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.
Ἀμφιτρύων
  1. ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
Ἡρακλῆς
  1. Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.
Ἀμφιτρύων
  1. οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;
Ἡρακλῆς
  1. οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.
Ἀμφιτρύων
  1. χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;
Ἡρακλῆς
  1. Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.
Ἀμφιτρύων
  1. καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον;
Ἡρακλῆς
  1. βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
  2. ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί·