Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,
  2. ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.
  3. ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων
  4. στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
  5. ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
  6. πατέρα τε δακρύοντα — συμφορὰς τίνας;
  7. φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
  8. γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
Μεγάρα
  1. ὦ φίλτατʼ ἀνδρῶν ---
Ἀμφιτρύων
  1. ὦ φάος μολὼν πατρί ---
Μεγάρα
  1. ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
Ἡρακλῆς
  1. τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Μεγάρα
  1. διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
  2. εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·
  3. τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
  4. καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
Ἡρακλῆς
  1. Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
Μεγάρα
  1. τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
Ἡρακλῆς
  1. πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών;
Μεγάρα
  1. Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
Ἡρακλῆς
  1. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;