Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους
  2. τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
  3. στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
  4. λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·
  5. σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
  6. ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
  7. ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
  8. ἐς δεξιάν τε σὴν ἀλεξητήριον
  9. ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
  10. σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
  11. τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
  12. τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
  13. πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·
  14. ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
  15. κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς
  16. Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς
  17. πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
  18. καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη
  19. νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
  20. ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.