Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. —ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων
  2. ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου
  3. δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,
  4. ἄλοχόν τε φίλην ὑπὸ σειραίοις
  5. ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν
  6. πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ,
  7. δακρύων ὡς οὐ δύναμαι κατέχειν
  8. γραίας ὄσσων ἔτι πηγάς.
Μεγάρα
  1. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
  2. ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
  3. ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.
  4. ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
  5. ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
  6. ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων
  7. τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι ---
  8. ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην
  9. ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
  10. φεῦ·
  11. ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,
  12. ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.
  13. σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ,