Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ξανθὸν κρᾶτʼ ἐπινωτίσας
  2. δεινῷ χάσματι θηρός·
Χορός
  1. —τάν τʼ ὀρεινόμον ἀγρίων
  2. Κενταύρων ποτὲ γένναν
  3. ἔστρωσεν τόξοις φονίοις,
  4. ἐναίρων πτανοῖς βέλεσιν.
  5. ξύνοιδε Πηνειὸς ὁ καλ-
  6. λιδίνας μακραί τʼ ἄρου-
  7. ραι πεδίων ἄκαρποι
  8. καὶ Πηλιάδες θεράπναι
  9. σύγχορτοί τʼ Ὀμόλας ἔναυ-
  10. λοι, πεύκαισιν ὅθεν χέρας
  11. πληροῦντες χθόνα Θεσσαλῶν
  12. ἱππείαις ἐδάμαζον·
Χορός
  1. —τάν τε χρυσοκάρανον
  2. δόρκαν ποικιλόνωτον
  3. συλήτειραν ἀγρωστᾶν
  4. κτείνας, θηροφόνον θεὰν
  5. Οἰνωᾶτιν ἀγάλλει·
Χορός
  1. —τεθρίππων τʼ ἐπέβα
  2. καὶ ψαλίοις ἐδάμασε πώλους