Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
  2. σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.
  3. λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
  4. γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
  5. παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;
  6. τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν,
  7. εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς
  8. δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ,
  9. εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα,
  10. ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
  11. εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
  12. εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,
  13. ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
  14. βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,
  15. ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
  16. φεῦ·
  17. ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
  18. λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
  19. τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;
  20. ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
  21. Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.