Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,
  2. ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
  3. δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
  4. ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
  5. ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
  6. Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
  7. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς
  8. χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
Ἀμφιτρύων
  1. τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
  2. παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει
  3. λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν
  4. δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.
  5. πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ
  6. τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες —
  7. σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.
  8. Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε,
  9. ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
  10. Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη
  11. τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
  12. τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος,