Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ.
Ἡρακλῆς
  1. ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
  2. ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον.
Ἀμφιτρύων
  1. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.
Ἡρακλῆς
  1. Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.
Θησεύς
  1. ὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ;
Ἡρακλῆς
  1. ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω.
Ἀμφιτρύων
  1. ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
Θησεύς
  1. οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
Ἡρακλῆς
  1. ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά.
Θησεύς
  1. εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει.
Ἡρακλῆς
  1. ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
Θησεύς
  1. ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
Ἡρακλῆς
  1. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
Θησεύς
  1. ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
Ἡρακλῆς
  1. πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς;
Θησεύς
  1. πρόβαινε.
Ἡρακλῆς
  1. χαῖρʼ, ὦ πρέσβυ.
Ἀμφιτρύων
  1. καὶ σύ μοι, τέκνον.
Ἡρακλῆς
  1. θάφθʼ ὥσπερ εἶπον παῖδας.
Ἀμφιτρύων
  1. ἐμὲ δὲ τίς, τέκνον;
Ἡρακλῆς
  1. ἐγώ.
Ἀμφιτρύων
  1. πότʼ ἐλθών;
Ἡρακλῆς
  1. ἡνίκʼ ἂν θάψῃς τέκνα.
Ἀμφιτρύων
  1. πῶς;