Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν
  2. οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι,
  3. οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
  4. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός,
  5. οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
  6. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
  7. μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·
  8. ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
  9. οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.
  10. ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν
  11. τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
  12. ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·
  13. ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων
  14. ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ
  15. ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
  16. νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
  17. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
  18. ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
  19. δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
  20. δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —