Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
  2. ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
  3. εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
  4. ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
  5. φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
  6. κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,
  7. γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·
  8. Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε
  9. δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;
  10. κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
  11. αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς
  12. ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
  13. ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε·
  14. φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
  15. μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
  16. πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
  17. Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
  18. καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν,
  19. ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.
  20. τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν