Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
  2. Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο
  3. Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
  4. πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ·
  5. ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
  6. ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
  7. ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
  8. ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
  9. ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
  10. ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
  11. Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
  12. κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
  13. τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
  14. ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων
  15. διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
  16. Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
  17. ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
  18. τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,
  19. παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
  20. ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις