Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο.
  2. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
  3. Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
  4. ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον
  5. Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
  6. ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ;
  7. ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
  8. δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
  9. σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Ἀμφιτρύων
  1. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
Χορός
  1. κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
Ἡρακλῆς
  1. πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,
  2. τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Ἀμφιτρύων
  1. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ἡρακλῆς
  1. πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;
Ἀμφιτρύων
  1. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
Ἡρακλῆς
  1. μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις.
Ἀμφιτρύων
  1. ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ἡρακλῆς
  1. εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.
Ἀμφιτρύων
  1. εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.