The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
  2. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
  3. φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
  4. ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;
Ἄδραστος
  1. οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
Θησεύς
  1. τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ ---
Ἄδραστος
  1. ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
Θησεύς
  1. ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
Ἄδραστος
  1. ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
Θησεύς
  1. αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
Ἄδραστος
  1. οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
Θησεύς
  1. ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.
Ἄδραστος
  1. ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
Θησεύς
  1. ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
Ἄδραστος
  1. πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
Θησεύς
  1. ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
Ἄδραστος
  1. πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
Θησεύς
  1. τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
Ἄδραστος
  1. νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
  2. Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,