The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
Ἄγγελος
  1. ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.
Ἄδραστος
  1. πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
Ἄγγελος
  1. τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
Ἄδραστος
  1. τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
Ἄγγελος
  1. Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
Ἄδραστος
  1. οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
Ἄγγελος
  1. ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
Ἄδραστος
  1. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
Ἄγγελος
  1. οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
Ἄδραστος
  1. ---
Ἄγγελος
  1. φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
Ἄδραστος
  1. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
Ἄγγελος
  1. κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
Ἄδραστος
  1. δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
Ἄγγελος
  1. τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
Ἄδραστος
  1. οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
Ἄγγελος
  1. ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.
Ἄδραστος
  1. δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
  2. ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς