The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.
Κῆρυξ
  1. ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησεύς
  1. ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.
Κῆρυξ
  1. πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.
Θησεύς
  1. τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.
Κῆρυξ
  1. ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
Θησεύς
  1. τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;
Κῆρυξ
  1. γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.
Θησεύς
  1. οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
  2. τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός,
  3. λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
  4. περαίνομεν γὰρ οὐδέν.
  5. ὁρμᾶσθαι χρεὼν
  6. πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην,
  7. μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
  8. ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
  9. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
  10. αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
  11. αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
  12. Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας