The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
  2. ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
  3. αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
  4. θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
  5. Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,
  6. ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορός
  1. ---
  2. ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς
  3. ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
  4. τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
  5. γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
  6. μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
  7. δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
  8. ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
  9. οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
Χορός
  1. βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
  2. βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
  3. τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,
  4. οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
  5. ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.