The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
  2. τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι
  3. ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·
  4. οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
  5. δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
  6. ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,
  7. γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·
  8. τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις,
  9. κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις.
  10. κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;
  11. τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
  12. χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
  13. αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.
Χορός
  1. ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε
  2. ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.
  3. ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.
Ἄδραστος
  1. οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶν
  2. οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
  3. τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
  4. ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,