The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
  2. δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
  3. ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
  4. ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
  5. ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,
  6. λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
  7. ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα
  8. ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
  9. εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.
  10. κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
  11. τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
  12. τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
  13. ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
  14. μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας
  15. βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
  16. νέοις παραχθείς, οἵτινες τιμώμενοι
  17. χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,
  18. φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,
  19. ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
  20. ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν