The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·
  2. ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
  3. πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·
  4. εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.
  5. αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
  6. καὶ θηριώδους θεῶν διεσταθμήσατο,
  7. πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον
  8. γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
  9. τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ
  10. σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ
  11. ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος
  12. προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ,
  13. πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς
  14. ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
  15. ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
  16. ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
  17. μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
  18. ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
  19. δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
  20. ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν