The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
Ἄδραστος
  1. τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
Θησεύς
  1. οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
Ἄδραστος
  1. νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
Θησεύς
  1. εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.
Ἄδραστος
  1. ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
  2. ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,
  3. ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
  4. πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
  5. πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
  6. ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
  7. σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ
  8. καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
  9. αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
  10. ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
  11. θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
  12. πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
  13. ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
  14. κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
  15. σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,