The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.
  2. εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων
  3. οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
  4. οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν·
  5. ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
  6. ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
  7. εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
  8. στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω
  9. πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;
  10. ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
  11. ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.
  12. ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα
  13. προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε
  14. κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον
  15. γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
  16. ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
  17. οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;
  18. σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν
  19. δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
  20. τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;