The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
Εὐάδνη
  1. ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.
  2. καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,
  3. ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
Χορός
  1. ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
Ἶφις
  1. ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
Χορός
  1. ἒ ἔ, σχέτλια τάδε παθών,
  2. τὸ πάντολμον ἔργον ὄψῃ τάλας.
Ἶφις
  1. οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.
Χορός
  1. ἰὼ τάλας·
  2. μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
  3. μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
Ἶφις
  1. οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
  2. νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
  3. ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
  4. γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
  5. αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι
  6. δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
  7. διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
  8. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους