The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
  2. δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;
Εὐάδνη
  1. ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
  2. κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.
Ἶφις
  1. τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Εὐάδνη
  1. κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ἶφις
  1. σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
Εὐάδνη
  1. θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
Ἶφις
  1. ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Εὐάδνη
  1. ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ἶφις
  1. κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
Εὐάδνη
  1. ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ἶφις
  1. νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
Εὐάδνη
  1. πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ἶφις
  1. ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
Εὐάδνη
  1. ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ἶφις
  1. τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;
Εὐάδνη
  1. ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.
Ἶφις
  1. ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
Εὐάδνη
  1. τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.