The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅσιος εὐναῖος γαμέτας
  2. συντηχθεὶς αὔραις ἀδόλοις
  3. γενναίας ψυχᾶς ἀλόχοιο.
Χορός
  1. καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
  2. γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
  3. οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
Ἶφις
  1. ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,
  2. ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,
  3. τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
  4. Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
  5. ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος
  6. βέβηκε πηδήσασα Καπανέως δάμαρ,
  7. θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
  8. τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ
  9. φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
  10. βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
  11. μάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε.
Εὐάδνη
  1. τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπι
  2. ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
  3. δύστηνον αἰώρημα κουφίζω, πάτερ.