Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
  2. γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμήστωρ
  1. καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
  2. τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
Ἑκάβη
  1. ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
  2. καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
  3. χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
Πολυμήστωρ
  1. χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
  2. φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
  3. στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
  4. τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
  5. φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
Ἑκάβη
  1. πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
  2. Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
  3. εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
Πολυμήστωρ
  1. μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Ἑκάβη
  1. ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
Πολυμήστωρ
  1. τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
Ἑκάβη
  1. εἰ τῆς τεκούσης τῆσδε --- μέμνηταί τί μου;
Πολυμήστωρ
  1. καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.