Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε
  2. πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
  3. πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
  4. οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
  5. αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·
  6. καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
  7. καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
  8. Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·
  9. πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
  10. ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
  11. ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
  12. ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
  13. χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
  14. ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
  15. φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
  16. ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
  17. τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
  18. δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
  19. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
  20. καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει