Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;
  2. ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
  3. χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
  4. μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
Χορός
  1. ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
  2. δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
  3. ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
  4. Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
Ἀγαμέμνων
  1. Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
  2. ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
  3. μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
  4. ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
  5. σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
  6. ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
  7. πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
  8. ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
  9. θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
  10. δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
Ἑκάβη
  1. δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
  2. Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ