Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-
  2. μέρα μʼ ἐπισχήσει.
Χορός
  1. δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.
Ἑκάβη
  1. ὦ τέκνον τέκνον ταλαίνας ματρός,
  2. τίνι μόρῳ θνῄσκεις,
  3. τίνι πότμῳ κεῖσαι;
  4. πρὸς τίνος ἀνθρώπων;
Θεράπαινα
  1. οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις ---
Ἑκάβη
  1. ἔκβλητον, ἢ πέσημα φοινίου δορός,
  2. ἐν ψαμάθῳ λευρᾷ;
Θεράπαινα
  1. πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Ἑκάβη
  1. ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
  2. ἐμῶν ὄψιν· οὔ με παρέβα
  3. φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,
  4. ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει.
Χορός
  1. τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;
Ἑκάβη
  1. ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,
  2. ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορός
  1. οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Ἑκάβη
  1. ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,