Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
Χορός
  1. αὕτη πέλας σου νῶτʼ ἔχουσʼ ἐπὶ χθονί,
  2. Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
Ταλθύβιος
  1. ὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν;
  2. ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
  3. ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
  4. τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
  5. οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
  6. οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ;
  7. καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί,
  8. αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
  9. κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
  10. φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖν
  11. εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
  12. ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιον
  13. πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
Ἑκάβη
  1. ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
  2. κεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην;
Ταλθύβιος
  1. Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
  2. Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.