Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
  2. λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
  3. λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
  4. χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
  5. οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
  6. φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.
  7. ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
  8. οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
  9. θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
  10. μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
  11. λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
  12. θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
  13. ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
  14. φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ·
  15. θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος
  16. ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορός
  1. δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
  2. ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
  3. τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
Ἑκάβη
  1. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ